hgr: (Default)
[personal profile] hgr
из-за форматов мне не удается запихнуть этот прекрасный текст под кат. прошу прощения.

это св. Софроний Иерусалимский, Окружное послание (634), та часть, где перечисляются монофизиты (по критич. изд. в составе Деяний Шест. Вс. соб.).
все мои соображения будут в комментах.

Εὐτυχής,
Διόσκορος ὁ Εὐτυχοῦς ὑπερασπιστὴς καὶ συνήγορος, Βαρσουμᾶς, Ζωορᾶς, (15)
Τιμόθεος ὁ λεγόμενος Αἴλουρος, Πέτρος ὁ Μογγὸς καὶ Ἀκάκιος οἱ τὸ Κενωτικὸν @1
(480.) τεκτηνάμενοι Ζήνωνος,
Λαμπέτιος ὁ τῆς δυσωνύμου τῶν Μαρκιανιστῶν αἱρέσεως
ἔξαρχος, Δίδυμος καὶ Εὐάγριος οἱ τῆς Ὠριγενιανῆς τερθρείας μυστηριάρχαι παμ-
μίαροι,
Πέτρος ὁ κναφεύς, ὁ τῷ τρισαγίῳ ὕμνῳ προσαρμόσαι σταυρὸν θρασυνό-
μενος, Πέτρος ἕτερος τὸ Ἰβηρικὸν καὶ φρενοβάρβαρον μίασμα, Ἠσαίας ὁ τοῦ παρόν-
τος Πέτρου συνόμιλος, οἱ ἄλλην ἀκέφαλον ἐν Ἀκεφάλοις καταδείξαντες αἵρεσιν
· μεθ’ (5)
ὧν ἁπάντων καὶ πρὸ πάντων καὶ μετὰ πάντας καὶ κατὰ πάντας καὶ ὑπὲρ πάντας ἔστω
καὶ Σευῆρος ἀνάθεμα, ὁ τούτων μαθητὴς ἐκμανέστατος καὶ πάντων χρηματίσας Ἀκεφάλων
τῶν νέων καὶ παλαιῶν ὠμότατος τύραννος καὶ τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐχθρὸς
δυσμενέστατος καὶ τῆς Ἀντιοχέων ἁγιωτάτης ἐκκλησίας μοιχὸς ἀνομώτατος καὶ φθορεὺς
βδελυρώτατος, Θεοδόσιός τε ὁ Ἀλεξανδρεύς, ὁ Τραπεζούντιος Ἄνθιμος, (10)
Ἰάκωβος ὁ Σύρος, Ἰουλιανὸς ὁ Ἁλικαρνασεύς, Φιλικήσιμος, Γαϊανὸς ὁ Ἀλεξανδρεύς,
ἀφ’ ὧν ἡ τῶν Γαϊανιτῶν ἤγουν Ἰουλιανιστῶν ἐπιγέγονεν αἵρεσις, Δωρόθεος ὁ τῆς
αὐτῆς ἀθέως ὑπερμαχήσας αἱρέσεως, Παῦλος ὁ μελανός, οὐ μόνον δὲ λεγόμενος
ἀλλὰ καὶ γεγονὼς κατὰ ἀλήθειαν, Ἰωάννης ὁ γραμματικός, ὁ τὴν ἐπωνυμίαν
Φιλόπονος, μᾶλλον δὲ ματαιόπονος, Κόνων τε καὶ Εὐγένιος, οἱ τρεῖς τῆς τριθεΐας τρισ- (15)
κατάρατοι πρόμαχοι,
Θεμίστιος ὁ τῆς ἀγνοίας πατὴρ καὶ γεννήτωρ καὶ σπορεὺς
ἀθεσμότατος, ὃς ἀγνοεῖν τὸν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν τὴν ἡμέραν ἐφληνάφει τῆς
κρίσεως, ἀγνοῶν ἅπερ αὐτὸς ὁ θεήλατος ἔφασκε καὶ μὴ εἰδὼς ἅπερ ἀμφιγνοῶν ἀνεφθέγ-
γετο. εἰ γὰρ μὴ ἠγνόει τῶν οἰκείων λόγων τὴν δύναμιν, οὐκ ἂν τὴν ὀλέθριον ἄγνοιαν       
(482.) τέτοκε καὶ τοῦ τῆς ἀγνοίας ἄγους θερμῶς ὑπερήσπιζεν, ἀγνοεῖν τὸν Χριστόν, οὐ καθὸ θεὸς 
 
ὑπῆρχεν ἀΐδιος,  ἀλλὰ καθὸ γέγονε κατὰ ἀλήθειαν ἄνθρωπος, τὴν ἡμέραν τῆς
 
συντελείας καὶ κρίσεως ἐξ ἀφρόνων φρενῶν ἐρευγόμενος καὶ ψιλὸν αὐτὸν ἐργαζόμενος
  ἄνθρωπον καὶ ταῦτα τερατείαν ἐπιφημίζων ἑαυτῷ τὴν ἀκέφαλον, καὶ φύσιν μίαν αὐτοῦ
 
τοῦ σωτῆρος ἡμῶν Χριστοῦ φανταζόμενος σύνθετον,   ἔστω δὲ σὺν αὐτῷ καὶ Πέτρος (5) 
ὁ Σύρος ἀνάθεμα καὶ Σέργιος ὁ Ἀρμένιος, οἱ τῆς μικρᾶς τριθεΐας ἡγούμενοι, καὶ μηδὲ οὕτω
πρὸς ἑαυτοὺς συμφωνήσαντες μηδὲ τὰ αὐτὰ παραπλησίως ἀλλήλοις δοξάσαντες,
Δαμιανὸς ὁ τούτων μὲν ὑπερβαλλόντως ἀντίπαλος, νέος δὲ φανεὶς ἐν ἡμετέροις 
χρόνοις Σαβέλλιος,   μεθ’ ὧν καὶ οἱ αὐτῶν τῆς ἀσεβείας διάδοχοι ἀνάθεμα ἔστωσαν καὶ
κατάθεμα Ἀθανάσιός τε ὁ Σύρος καὶ ὁ ἀποζυγάριος Ἀναστάσιος καὶ οἱ τὴν τούτων (10)
ἀσύμβατον σύμβασιν ἀσυμβάτως τε καὶ ἀμαθῶς προσιέμενοι καὶ ἀλογίστων δίκην κτηνῶν
ὑπ’ αὐτῶν βουκολούμενοι καὶ ἀλλήλοις μὲν [φησι] <ὡσεὶ> φιλικῶς συμφυρόμενοι, ὑπ’
ἀλλήλων δὲ τοῖς ἀναθεματισμοῖς ἐχθρωδῶς τιτρωσκόμενοι.   ἐνδυέσθωσαν δὲ σὺν
αὐτοῖς καὶ περιβαλλέσθωσαν τὸ ἀνάθεμα καὶ κατάθεμα καὶ Βενιαμὶν ὁ Ἀλεξανδρεὺς καὶ
Ἰωάννης καὶ Σέργιος καὶ Θωμᾶς καὶ Σεβῆρος οἱ Σύροι, οἱ ἔτι ζῶντες ζωὴν τὴν ἐπάρατον (15)
καὶ πολεμοῦντες ἐκμανῶς τὴν εὐσέβειαν·   κοινωνείτω δὲ αὐτοῖς τῆς τῶν παρόντων
ἀναθεματισμῶν κατακρίσεως καὶ Μηνᾶς ὁ Ἀλεξανδρεύς, ὁ τῆς τῶν Γαϊανιτῶν προμαχῶν
καὶ προασπίζων αἱρέσεως καὶ πολεμῶν ἐμφανῶς τῆς ἀληθείας τὸ κήρυγμα καὶ πάντες
σὺν αὐτοῖς οἱ τούτων κοινωνοὶ καὶ ὁμόφυλοι καὶ τὴν ἀσέβειαν σύστοιχοι. 
  

This account has disabled anonymous posting.
If you don't have an account you can create one now.
HTML doesn't work in the subject.
More info about formatting

December 2025

S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829 3031   

Most Popular Tags

Style Credit

Expand Cut Tags

No cut tags
Page generated Jan. 1st, 2026 10:38 am
Powered by Dreamwidth Studios